Add parallel Print Page Options

16 Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστιν πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν. 17 καὶ [a]ἐνδιδύσκουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον· 18 καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν· Χαῖρε, [b]βασιλεῦ τῶν Ἰουδαίων· 19 καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ. 20 καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια [c]τὰ ἴδια. καὶ ἐξάγουσιν αὐτὸν ἵνα [d]σταυρώσωσιν αὐτόν.

21 Καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίμωνα Κυρηναῖον ἐρχόμενον ἀπ’ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. 22 καὶ φέρουσιν αὐτὸν ἐπὶ [e]τὸν [f]Γολγοθᾶν τόπον, ὅ ἐστιν [g]μεθερμηνευόμενον Κρανίου Τόπος. 23 καὶ ἐδίδουν [h]αὐτῷ ἐσμυρνισμένον οἶνον, [i]ὃς δὲ οὐκ ἔλαβεν. 24 καὶ [j]σταυροῦσιν αὐτὸν καὶ διαμερίζονται τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπ’ αὐτὰ τίς τί ἄρῃ.

25 Ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν. 26 καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη· Ὁ βασιλεὺς τῶν Ἰουδαίων. 27 καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων [k]αὐτοῦ. 29 Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· Οὐὰ ὁ καταλύων τὸν ναὸν καὶ [l]οἰκοδομῶν ἐν τρισὶν ἡμέραις, 30 σῶσον σεαυτὸν [m]καταβὰς ἀπὸ τοῦ σταυροῦ. 31 ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· 32 ὁ χριστὸς ὁ [n]βασιλεὺς Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ [o]πιστεύσωμεν. καὶ οἱ συνεσταυρωμένοι [p]σὺν αὐτῷ ὠνείδιζον αὐτόν.

33 [q]Καὶ γενομένης ὥρας ἕκτης σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης. 34 καὶ τῇ [r]ἐνάτῃ ὥρᾳ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ [s]μεγάλῃ· Ἐλωῒ ἐλωῒ [t]λεμὰ σαβαχθάνι; ὅ ἐστιν μεθερμηνευόμενον Ὁ θεός μου ὁ θεός μου, εἰς τί [u]ἐγκατέλιπές με; 35 καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον· [v]Ἴδε Ἠλίαν φωνεῖ. 36 δραμὼν δέ [w]τις καὶ γεμίσας σπόγγον ὄξους [x]περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν, λέγων· Ἄφετε ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν. 37 ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσεν. 38 καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπ’ ἄνωθεν ἕως κάτω. 39 ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι [y]οὕτως ἐξέπνευσεν εἶπεν· Ἀληθῶς [z]οὗτος ὁ ἄνθρωπος υἱὸς [aa]θεοῦ ἦν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:17 ἐνδιδύσκουσιν WH Treg NIV ] ἐνδύουσιν RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:18 βασιλεῦ WH Treg NIV ] ὁ βασιλεὺς RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:20 τὰ ἴδια Treg RP ] αὐτοῦ WH NIV
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:20 σταυρώσωσιν WH NIV RP ] σταυρώσουσιν Treg
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:22 τὸν WH Treg NIV ] – RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:22 Γολγοθᾶν WH NIV ] Γολγοθᾶ Treg RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:22 μεθερμηνευόμενον Treg NIV RP ] μεθερμηνευόμενος WH
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:23 αὐτῷ WH Treg NIV ] + πιεῖν RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:23 ὃς WH Treg NIV ] ὁ RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:24 σταυροῦσιν αὐτὸν καὶ WH Treg NIV ] σταυρώσαντες αὐτὸν RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:27 αὐτοῦ WH NIV] + 28 Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Καὶ μετὰ ἀνόμων ἐλογίσθη Treg RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:29 οἰκοδομῶν ἐν τρισὶν ἡμέραις WH NIV ] οἰκοδομῶν τρισὶν ἡμέραις Treg; ἐν τρισὶν ἡμέραις οἰκοδομῶν RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:30 καταβὰς WH Treg NIV ] καὶ κατάβα RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:32 βασιλεὺς WH Treg NIV ] + τοῦ RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:32 πιστεύσωμεν WH Treg NIV ] + αὐτῷ RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:32 σὺν WH NIV ] – Treg RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:33 Καὶ γενομένης WH Treg NIV ] Γενομένης δὲ RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:34 ἐνάτῃ ὥρᾳ WH Treg NIV ] ὥρᾳ τῇ ἐνάτῃ RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:34 μεγάλῃ WH Treg NIV ] + λέγων RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:34 λεμὰ NIV ] λαμὰ WH Treg; λιμὰ RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:34 ἐγκατέλιπές με WH Treg NIV ] με ἐγκατέλιπες RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:35 Ἴδε WH Treg NIV ] Ἰδού RP
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:36 τις καὶ Treg NIV] τις WH; εἷς καὶ RP
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:36 περιθεὶς WH Treg NIV ] + τε RP
  25. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:39 οὕτως WH NA ] + κράξας Treg NIV RP
  26. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:39 οὗτος ὁ ἄνθρωπος WH Treg NIV ] ὁ ἄνθρωπος οὗτος RP
  27. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:39 θεοῦ ἦν WH NIV ] ἦν θεοῦ Treg RP